رقم المشاركة : ( 1 )
|
|||||||||||
|
|||||||||||
النور الحقيقي الذي يُنير كل إنسان
إن كلمة الله يُنير كلَّ إنسان آتٍ إلى العالم ليس عن طريق التعليم، كما يفعل الملائكة مثلاً أو الناس، ولكنه عن طريق الخلق كإله يبثُّ في الذين يدعوهم إلى الوجود بذرة الحكمة والمعرفة الإلهية، ويغرس فيهم أصل الفهم، وهكذا يجعل الكائن الحيَّ عاقلاً، وشريكاً لطبيعته الخاصة، إذ يشع في ذهنه إشعاعات من النور الأسنى بالكيفية التي يعلمها هو، وأعتقد أن الكلام الكثير غير جائز في هذه الأمور... والخليقة حينما تستنير بشركة هذا النور، فإنها تُدعى بل وتكون نوراً (متى 5: 14)، وترتقي إلى ما يفوق طبيعتها الخاصة، بنعمة الذي يُمجِّدها ويُكلِّلها بكافة الكرامات... فالرب يتعطَّف حقاً على الصغار، الأدنياء بحسب طبيعتهم الخاصة، ويجعلهم عظماء وجديرين بأن يُتعجَّب منهم بسبب إحسانه عليهم، لأنه كإله أراد أن يسبغ علينا خيراته الخاصة بسخاء، ولذلك يدعونا آلهةً (يوحنا 10: 34)، ونوراً (متى 5: 14)، وأي الخيرات لم يَدْعُنا إليها؟!
ἐκ τοῦ ἁγίου Κυρίλλου ῾Ο δὲ τοῦ Θεοῦ Λόγος φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐ διδασκαλικῶς, καθάπερ ἄγγελοι τυχὸν, ἢ καὶ ἄνθρωποι, ἀλλὰ μᾶλλον ὡς Θεὸς δημιουργικῶς ἑκάστῳ τῶν εἰς τὸ εἶναι καλουμένων σπέρμα σοφίας, ἤτοι θεογνωσίας, ἐντίθησι, καὶ ῥίζαν ἐμφυτεύει συνέσεως, λογικόν τε οὕτως ἀποτελεῖ τὸ ζῷον τῆς οἰκείας φύσεως μέτοχον ἀποδεικνύων, καὶ τῆς ἀφράστου λαμπρότητος ὥσπερ τινὰς ἀτμοὺς φωτοειδεῖς ἐνιεὶς τῷ νῷ, καθ᾽ ὃν αὐτὸς οἶδε τρόπον τε καὶ λόγον δεῖ γὰρ, οἶμαι, λέγειν ἐν τούτοις οὐ περιττά. … Κατὰ μετοχὴν δὲ ἡ κτίσις τὴν πρὸς τὸ φῶς ἐκλαμπρύνεται, καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀναβαίνουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν, καὶ διαφόροις αὐτὴν στεφανοῦντος τιμαῖς. ... ποιεῖ γὰρ ὄντως ἐλεημοσύνας ὁ Κύριος, τὰ μικρὰ καὶ ἐξουθενημένα, κατά γε τὸν τῆς οἰκείας φύσεως λόγον, μεγάλα καὶ ἀξιοθαύμαστα διὰ τῆς εἰς αὐτὰ χρηστότητος ἀποδεικνύων, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς τοῖς ἰδίοις αὐτοῦ κατασεμνύνειν ἀγαθοῖς χρῆναι δεῖν ἀφθόνως ἐδοκίμασεν ὡς ὁ Θεὸς, καὶ διὰ τοῦτο θεούς τε καὶ φῶς καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀποκαλεῖ; PG 73, 128-129; Pusey 1.111.12-112.14 |
|